Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 17.1 | Dem. 17.2 (English) | >>Dem. 17.6 |
17.1ἄξιον ἀποδέχεσθαι , ὦ ἄνδρες Ἀθηναῖοι , σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν , εἴπερ αὐτὸ πεπεισμένοι ποιοῦσιν · οἶμαι γὰρ οὐδὲν οὕτω τοῖς δημοκρατουμένοις πρέπειν ὡς περὶ τὸ ἴσον καὶ τὸ δίκαιον σπουδάζειν . δεῖ τοίνυν τοὺς λίαν ἐπʼ αὐτὰ παρακαλοῦντας μὴ τῷ μὲν λόγῳ καταχρωμένους ἐνοχλεῖν , πάντα δὲ μᾶλλον πράττειν , ἀλλʼ ὑπομείναντας νυνὶ τὸν ἐξετασμὸν ἢ καὶ τὸ λοιπὸν πειθομένους ὑμᾶς ἔχειν περὶ αὐτῶν , ἢ παραχωρήσαντας ἐᾶν συμβουλεύειν τοὺς ἀληθέστερα περὶ τῶν δικαίων ἀποφαινομένους ,
17.2ἵνʼ ἢ ἑκόντες ἀδικούμενοι ἀνέχησθε καὶ αὐτὸ τοῦτο χαρίζησθε τῷ ἀδικοῦντι , ἢ προελόμενοι περὶ πλείστου ποιήσασθαι τὸ δίκαιον ἀνεγκλήτως πρὸς ἅπαντας χρῆσθε τῷ συμφέροντι μηκέτι μέλλοντες . ἐξ αὐτῶν δὲ τῶν συνθηκῶν καὶ τῶν ὅρκων σκεψαμένους τῶν περὶ τῆς κοινῆς εἰρήνης ἔξεστιν ἰδεῖν ἤδη , τίνες εἰσὶν οἱ παραβεβηκότες . ὡς δὲ περὶ μεγάλων συντόμως διδάξω .
εἰ δή τις ἐρωτήσειεν , ὦ ἄνδρες Ἀθηναῖοι , ἐπὶ τίνι ἂν μάλιστʼ ἀγανακτήσαιτʼ εἴ τις ἀναγκάζοι , οἶμαι ἄν , εἰ ἦσαν κατὰ τὸν νυνὶ χρόνον οἱ Πεισιστρατίδαι καί τις ἐβιάζετο κατάγειν αὐτοὺς δευρί , ἁρπάσαντας ἂν ὑμᾶς τὰ ὅπλα πάντα κίνδυνον ὑπομεῖναι ἀντὶ τοῦ παραδέξασθαι , ἢ πεισθέντας γε δουλεύειν ἀντὶ τῶν ἀργυρωνήτων , καὶ τοσούτῳ μᾶλλον , ὅσῳ τὸν μὲν οἰκέτην οὐδεὶς ἂν ἑκὼν ἀποκτείνειε , τοὺς δὲ τυραννουμένους ἀκρίτους ἔστιν ὁρᾶν ἀπολλυμένους ἅμα καὶ ὑβριζομένους εἰς παῖδας καὶ γυναῖκας .
17.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 17.1 | Dem. 17.2 (English) | >>Dem. 17.6 |